Θεόφραστος

Ἠθικοὶ    χαρακτῆρες


Ε ἰ ρ ω ν ε ί α ς   α

(1) Ἡ μὲν οὖν εἰρωνεία δόξειεν ἂν εἶναι, ὡς τύπωι λαβεῖν, προσποίησις ἐπὶ χεῖρον πράξεων καὶ λόγων, ὁ δὲ εἴρων τοιοῦτός τις, 

(2) οἷος προσελθὼν τοῖς ἐχθροῖς ἐθέλειν λαλεῖν, οὐ μισεῖν· καὶ ἐπαινεῖν παρόντας, οἷς ἐπέθετο λάθρα, καὶ τούτοις συλλυπεῖσθαι ἡττωμένοις· καὶ συγγνώμην δὲ ἔχειν τοῖς αὑτὸν κακῶς λέγουσι καὶ ἐπὶ ‹πᾶσι› τοῖς καθ' ἑαυτοῦ λεγομένοις. 

(3) καὶ πρὸς τοὺς ἀδικουμένους καὶ ἀγανακτοῦντας πράως διαλέγεσθαι· καὶ τοῖς ἐντυγχάνειν κατὰ σπουδὴν βουλομένοις προστάξαι ἐπανελθεῖν. 

(4) καὶ μηδὲν ὧν πράττει ὁμολογῆσαι, ἀλλὰ φῆσαι βουλεύεσθαι καὶ προσποιήσασθαι ἄρτι παραγεγονέναι καὶ ὀψὲ γενέσθαι [αὐτὸν] καὶ μαλακισθῆναι. 

(5) καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας ‹εἰπεῖν ὡς οὐ πλουτεῖ· καὶ πωλῶν φῆσαι› ὡς οὐ πωλεῖ· καὶ μὴ πωλῶν φῆσαι πωλεῖν· καὶ ἀκούσας τι μὴ προσποιεῖσθαι, καὶ ἰδὼν φῆσαι μὴ ἑωρακέναι, καὶ ὁμολογήσας μὴ μεμνῆσθαι· καὶ τὰ μὲν σκέψεσθαι φάσκειν, τὰ δὲ οὐκ εἰδέναι, τὰ δὲ θαυμάζειν, τὰ δ' ἤδη ποτὲ καὶ αὐτὸς οὕτως διαλογίσασθαι. 

(6) καὶ τὸ ὅλον δεινὸς τῶι τοιούτωι τρόπωι τοῦ λόγου χρῆσθαι· Οὐ πιστεύω· Οὐχ ὑπολαμβάνω· Ἐκπλήττομαι· καὶ· Λέγεις αὐτὸν ἕτερον γεγονέναι· Καὶ μὴν οὐ ταῦτα πρὸς ἐμὲ διεξήιει· Παράδοξόν μοι τὸ πρᾶγμα· Ἄλλωι τινὶ λέγε· Ὅπως δὲ σοὶ ἀπιστήσω ἢ ἐκείνου καταγνῶ, ἀποροῦμαι· Ἀλλ' ὅρα, μὴ σὺ θᾶττον πιστεύεις. 


[Τοιαύτας φωνὰς καὶ πλοκὰς καὶ παλιλλογίας εὑρεῖν ἔστι τῶν εἰρώνων. τὰ δὴ τῶν ἠθῶν μὴ ἁπλᾶ ἀλλ' ἐπίβουλα φυλάττεσθαι μᾶλλον δεῖ ἢ τοὺς ἔχεις.]